We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Μ​ῆ​ν​ι​ν ἄ​ε​ι​δ​ε​, θ​ε​ὰ π​α​ρ​α​μ​α​ι​ν​ο​μ​έ​ν​η ἐ​μ​ο​ῦ​.​.​.

from Π​α​ρ​α​μ​α​ι​ν​ο​μ​έ​ν​η by Ὁπλίτης

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      $1 USD  or more

     

lyrics

Μῆνιν ἄειδε, θεὰ παραμαινομένη Διονύσου
οὐλομένην, ἣ μυρί᾽ ἀνθρώποις λύσσαν ἔθηκε,
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς οἴστρῳ προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου:
ἔνθα καθεῦδ᾽ ἀναβάς, μαινομένος...

ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου:
ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νήσῳ,
στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω:
εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,
μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ
φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων:

ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου:
εἰ δὲ πέλοι μιμηλὸν ὕδωρ, Διόνυσον ἀείσω
κόλπον ἁλὸς δύνοντα κορυσσομένοιο Λυκούργου:

λύσσαν ἤραξα, οἶστρον ὤρεξα
λύσω ἐμὰν ϝάνασσαν ἐξ ἐνεγκάσας μανίας


Ω ΒΡΟΤΟΙ

ΜΗ ΑΝΑΙΝΕΣΘΕ ΘΕΙΑΝ ΜΑΝΙΑΝ
ΔΕΧΕΣΘΕ ΚΑΙ ΠΕΡΙΕΧΕΤΕ

ΜΗ ΑΝΑΙΝΕΣΘΕ ΘΕΙΑΝ ΜΑΝΙΑΝ
ΔΕΧΕΣΘΕ ΚΑΙ ΕΡΑΕΤΕ

credits

license

all rights reserved

tags

If you like Ὁπλίτης, you may also like: